Ancient Greek · ~11 min
Edition urn:cts:greekLit:tlg4138.tlg070.local001
Ephraem Syrus Theol., Sermo de paenitentia 001.1
Not analysed yet
Λόγος περὶ μετανοίας Μὴ οὖν φοβηθῶμεν μάταιον φόβον, καὶ φόβον, ὃς οὐκ ἔστι φόβος· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τίς ἀνθρώπινος φόβος πρὸς τὸν τοῦ Θεοῦ φόβον; Τίς δόξα ἀνθρώπου φθειρομένου πρὸς τὴν τοῦ Θεοῦ μεγαλωσύνην καὶ ἄρρητον δύναμιν καὶ ἀκήρατον δόξαν; Ἐπεὶ οὖν τὰ γήϊνα ἐπισυρόμενοι, τοῖς ἀοράτοις ἐπιβαλεῖν τὸν ἑαυτῶν νοῦν διὰ τῆς πίστεως καὶ φωτισμοῦ τῆς γνώσεως οὐ δυνάμενοι. Κἂν ἐκ τῶν ὁρωμένων τεκμαιρόμενοι τὴν ἄρρητον δύναμιν τοῦ ἀφθάρτου Θεοῦ, φοβηθῶμεν αὐτόν. Βασιλεὺς ἐὰν βουληθῇ μεταστῆσαι πέτραν, ἐὰν μὴ χρήσηται μαγγάνοις καὶ βοηθείαις, μετακινῆσαι αὐτὴν οὐ δύναται· αὐτὸς δὲ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Οὐκ ἐξίσταταί σου ἡ διάνοια; Ὄρη καὶ βάρη σαλεύει αὐτοῦ τὸ ὄμμα· καὶ πάλιν τῷ θελήματι αὐτοῦ τὰ σύμπαντα στηρίζει τῷ ἰδίῳ λόγῳ. Οὐ θαυμάζεις δὲ καὶ ἐπὶ τῇ ἐκλάμψει τῆς ἀστραπῆς καὶ ἐπὶ τῷ ἤχει τῆς βροντῆς, ὅτι οὐ μόνον ἄνθρωποι καταπτήσσουσιν, ἀλλὰ καὶ κτήνη καὶ θηρία καὶ ὄρνεα καὶ τὰ ἐν ὕδασι πετόμενα; Καὶ ὅσα ἂν εἴπωμεν, οὐκ ἀφικώμεθα. Προσπέσωμεν οὖν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον τῆς ἀγαθότητος αὐτοῦ, ἐξομολογούμενοι καὶ λέγοντες· σὺ ἡμῶν εἶ Θεὸς καὶ οὐχ ἕτερος, Κύριε. Σοὶ ἡμάρτομεν καὶ σοὶ προσπίπτομεν, Κύριε· οὐ γάρ ἐστιν ὁ ἀντιτασσόμενός σοι ἐν τῷ θέλειν σε σῶσαι ἡμᾶς, Κύριε. Ἀγαθὸς γάρ ἐστιν ὁ Κύριος καὶ ἐλεήμων· κἂν γὰρ κατὰ συναρπαγὴν ἐπταίσαμεν, διὰ μετανοίας σπουδάσωμεν ἰαθῆναι· εἰ δὲ καὶ ὡς ἄνθρωποι ὑπεσύρημεν πάθει, μὴ εἰς τέλος ἀπογνῶμεν ἑαυτῶν, ἀλλ' ἐπιγνόντες τὸν καλέσαντα ἡμᾶς Θεόν, καὶ εἰς ἣν κλῆσιν ἐκλήθημεν, ἀκούσωμεν αὐτοῦ λέγοντος· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκ ἐπί τινων δὲ ἁμαρτημάτων ὥρισε τὴν μετάνοιαν, ἐπί τινων δὲ οὐ· ἀλλὰ πρὸς πᾶσαν πληγὴν τῆς ἁμαρτίας δέδωκεν ἡμῖν ὁ μέγας τῶν ψυχῶν ἡμῶν τοῦτο ἰατρὸς τὸ φάρμακον. Ἐκκόψωμεν οὖν τὰ κακὰ ἤθη τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀντὶ τῶν καυστήρων χρησώμεθα θείῳ φόβῳ, ἐν ᾧ δυνησόμεθα ἀντιστῆναι τὰ τῆς ἁμαρτίας ῥεύματα, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε πάντα εἰς φῶς ἔρχεται, εἴτε ἀγαθόν τις ἔπραξεν, εἴτε φαῦλον. Φησὶ γὰρ ἡ ἁγία Γραφή· τί ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμίς ἐστιν, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη. Καταλείψωμεν οὖν τὰς ἀκανθοφόρους ἐπιθυμίας τῷ σώφρονι λογισμῷ, ἀνακρούοντες τὰς ὁρμὰς τῶν φιληδόνων λογισμῶν, διότι γέγραπται· ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι· ὅπως χάριτι τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπιτύχωμεν τῆς ἀφθάρτου ζωῆς, λήθην ποιησάμενος τῶν ἡμετέρων ἁμαρτιῶν ὁ Κύριος διὰ τῶν αὑτοῦ οἰκτιρμῶν καὶ τῆς ἡμῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας. Κἂν γάρ τις τῶν δοκούντων περισσοτέρως κεκοπιακέναι γογγύσῃ ἐπὶ τῇ πολυσπλαγχνίᾳ τοῦ Δεσπότου, ὡς ὅτι ταχὺ προσελήφθης, ὑπὲρ σοῦ ἀπολογήσεται αὐτὸς ὁ πάσης κτίσεως <Κύριος> λέγων· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι, ὡς καὶ σοί. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.