Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1816.tlg011.local001, lines 001.52-001.92
Epica Adespota (GDRK), Laudatio professoris Smyrnaei in universitate Beryti docentis (P. Berol. 10559 A et B) 001.52-92
Not analysed yet
ὡς ὁπότ' [ἀγγ]ελίη χαλεπὴ σέο τύψεν ἀκουάς
[δῖον ἐς] Ἕρμ̣ο̣ν ἰοῦσα νεοκτιμένη[ς] ἀπὸ Ῥώμης
[κλεινοτάτο]υ̣ ναετῆρος ἀπαγγέλλουσα τελευτήν.
[τοῦ γὰρ θε]σπέσιον κλέος ἤραο, τῷ ἐπὶ μούν[ῳ]
[πρός]θ̣ε̣ μέγα φρονέεσκες ἐν ἀντολί̣η̣ι̣ περ ἐόντι
ἀλλοδαπὴν ἀ̣νὰ γα[ῖ]αν· ἐπεί καὶ τοῖο ἕκητι
εἰ̣σ̣έτ' ἀριστοτόκον σε βροτοὶ καλέεσκον ἅπαντες.
τρε̣ῖς γὰρ σεῖο γένοντο περικληέστατοι υἷες,
εἷς μὲν ἀοιδοπόλος, δύο δὲ ῥητῆρες ἀγαυοί.
ἦ τοι ὃ μὲν φίλος υἱὸς ἐυρρείταο Μέλητος
[κῆρ]υξ ἀθανάτων τε καὶ ἀνδρῶν θεῖος Ὅμηρος,
[Ἴλι]ον ὅστις ἔθηκεν ὑπ' ὀφθαλμοῖσιν ἁπάν̣[των]
[πλ]αγκτοσύνην τ' Ὀδυσῆος ἰδεῖν ὑποφ[ή]τ[ορι Μούσῃ,]
[οἳ] δὲ δύω ῥητῆρες Ἀριστείδης τε καὶ α[ὐτός,]
[πάντα μάλ' ἀ]λλήλοισιν ὁμοίιοι, ἶσα δὲ [δῶρα]
[Ἀτθίδος ἀμφ]οτέροισι, δι' ἧς ῥέεν ὡ[ς μέλι φωνή.]
[ἀμφοτέρους δ'] ἐσιδοῦσα θεὰ θάμα[]
[]
[]
[]
ἢ ποτ̣[αμοῦ . . . . .] ο[ς] ἐυρρόου̣ [. .] ο[]
ὕ[δωρ] εἰς ἑὸν ἦτορ ἀπειρέσιο̣ν []
ἢ [καὶ ἀ]π̣ οὐρανίης ἐσκέπτετο []
ι. . . . . α̣ν θ̣εσμούς τε καὶ ἤθε[]
μ[ούσαι]σ̣ εὐφραδέεσσι Πλ̣ατώνια []
ἀ[λλά ο]ἱ οὐ τάδε πάντα κακὴν ἀπέερ̣[γε τελευτήν,]
[ο]ὐδ' ὁ πολὺς γλώσσης ῥόος ἤρκεσε̣ν̣ [ὥστ' ἀπαμῦναι]
μ̣οῖ̣ραν νηλεόθυμον ἀμειδέ[ος Αἰδωνῆος,]
ἀλλά ἑ χαλκ[εί]η θανάτ[ου] κοίμ̣[ησεν ἀνάγκη]
Κ[ωνστ]αντινιάδος νεο[θή]λε[ο]ς [ἐν χθονὶ Ῥώμης.]
τὸ[ν] δ̣ὲ̣ πόλις βασιλῆος ἐμύρ[α]τ[ο νεκρὸν ἰδοῦσα]
ἀχνυμένη, πᾶσαι δὲ γόῳ πλήμυρον ἀ[γυι]α[ί,]
τοῖον ἐπεὶ σίγησε λιγὺ στόμα, τοῦ κλέ̣ο̣ς εὐρύ
τηλόθεν α̣[ἰ]ὲν ἄκουσε, λ[ι]λαίετο δ' ἐγγ[ὺς] ἀκούειν
φθεγγομένου, καὶ ἔμελλεν ἀκούεμ̣[εν]· ἦ[λθε γὰρ αὐτός]
Θρηικίην ποτὶ γαῖα[ν], ἑὸν χρέος ὥς κε [τελέσσῃ·]
τὸν δὲ μετὰ χρειὼ ζαθέη πόλις αὖ[θι κατασχεῖν]
ἤθελε παρπεπιθ[ο]ῦσα, νέων ἵνα πῶυ̣ [νομεύσῃ,]
ἀνθρώπων εὐη[γ]ε[ν]έων ἀγανόφ[ρ]ονας υἷα[ς,]
ο̣ἵ̣ μιν ναιετάουσιν, ἀπειρεσίαις ἐνὶ τιμαῖς
πολλοὺς κυδιόωντες ἀριζήλοισι θοώκοις.