# Testimonia 1.109.19-1.113.8

Epicharmus Comic. et Pseudepicharmea, Testimonia, 1.109.19 to 1.113.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/1.109.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/1.109.19

4 [172] Ἐῦμαιε, τὸ σοφὸν ἐστιν οὐ καθ’ ἐν μόνον, 16 ἀλλ’ ὅσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ ὠήν τῶν ἀλεκτοριδῶν γένος, αἱ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέχνα 5 ζῶντ(α), ἀλλ’ ἐπώζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἂ φύσις τοῦ’ οἶδεν ὡς ἔχει μόνα· πεπαιδεύται γὰρ αὐταύτας ὑπο. καὶ πάλιν· 5 [173] Θανμαστὸν οὐδὲν ἄμὲ ταῦθ’ οὕτω λέγειν, καὶ ἀνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφυκέναι· καὶ γὰρ ὁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται, καὶ βοὺς βοῖ, ὁ ὄνος δ’ ὄνῳ κάλλιστον, ὃς δὲ ἦν ὕι. καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν 17 ὁ Ἀλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπichάρμου Πλάτωνι περιγνομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὐτὸς Ἐπichαρμος ἠγνοεῖ τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἐστι καὶ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται· 6 [254] ὡς δ’ ἐγὼ δοκέω, δοκέων γὰρ σάφα ἴσασθαι ταῦθ’, ὅτι τῶν ἐμῶν μνᾶμα ποχ’ ἐσσεῖται λόγων τούτων ἐτι. καὶ λαβὼν τις αὐτὰ περιλύσας τὸ μέτρον δ’ νῦν ἔχει, εἴμα δοὺς καὶ πορφύραν, λόγοισι ποικίλαις καλοῖς, ὁ δυσπάλαιστος ὧν τὸς ἄλλως εὐπάλαιστους ἀποφανεῖ. Φόλωι. ἀλλὰ μὲν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· οἶομαι δ’ οὐδεὶς ἔκων πονηρὸς οὐδ’ ἄταν ἔχων. ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ. ὁ μὲν Ἐπichαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνον. συνεχρίθη καὶ διεχρίθη κάπηλθεν ὤθεν ἦλθεν πάλιν, γὰ μὲν εἰς γᾶν, πνεῦμα δ᾽ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἐν. ἀ γὰ φύσις ἀνδρῶν τί ὧν; ἀσχοι πεφυσιαμένοι. ἀποθανεῖν εἴη, τεθνᾶσθαι δ᾽ οὐκ ἐμὶν διαφέρει. νοῦς ὁρῆ καὶ νοῦς ἀκούει· τὰλλα χωρὰ καὶ τυφλά. νῆφε καὶ μέμνασ᾽ ἀπίστεῖν· ἀρθρα ταῦτα τῶν φρενῶν. 14 [251] ARIST. Metaph. M. 9. 1086ᵃ 16 χαλεπὸν δ᾽ ἐκ μὴ καλῶς ἔχοντων λέγειν καλῶς κατ᾽ Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον. τὰ πρὸ τοῦ δυ᾽ ἄνδρες ἔλεγον, εἰς ἐγὼν ἀποχρέω.

---

Epicharmus Comic. et Pseudepicharmea, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001209.
