# Testimonia 2.105.2-2.106.16

Epicharmus Comic. et Pseudepicharmea, Testimonia, 2.105.2 to 2.106.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.105.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.105.2

— ἀλλ’ ἀεὶ τοι θεοὶ παρήσαν, χύπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοία διὰ τε τῶν αὐτῶν ἀεὶ. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δὲ κα; μὴ ἔχον γ’ ἀπὸ τινος ἐνθὲν ὁ τι πρᾶτον μόλοι. 20 5 — οὐκ ἀρ’ ἔμολε πρᾶτον οὐδέν: — οὐδὲ μὰ Δία δεῦτερον τῶνδὲ ὧν ἄμες νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τἀδ’ ἦν. 2. 170ᵃ αἱ πὸτ ἀριθμόν τις περισσόν, αἱ δὲ λῆις, πὸτ ἄρτιον, (11) ποθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, 25 ἢ δοκεῖ κά τοι γ’ ωὐτὸς εἶμεν; — οὐκ ἐμὶν γα κα. — οὐδὲ μὰν οὐδ’ αἱ ποτὶ μέτρον παχυαῖον ποθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ᾽ ὄντος ἀποταμεῖν ἔτι χ᾽ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — Ὥδε νῦν ὄρη καὶ τοὺς ἀνθρώπους· ὁ μὲν γὰρ αὔξεθ᾽, ὁ δὲ γα μᾶν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὁ δὲ μεταλλάσσει κατὰ φύσιν κούποκ᾽ ἐν ταύτῳ μένει, ἕτερον εἴη κα τόδ᾽ ἤδη τοῦ παρεξέστακότος, καὶ τὸ δι᾽ κῶγω χθὲς ἄλλοι καὶ νυν ἄλλοι τελέθόμες, καύθις ἄλλοι κούποχ᾽ ωύτοι καττὸν <αὐτὸν αὐ> λόγον.᾿ [Vgl. Plut. d. coman. not. 44 p. 1083 Δ ο τοίνυν περὶ αὔξεσεως λόγος ἐστὶ μὲν ἀρχαιος· ἠρώτηται γάρ, ὡς φησι Χρύσιππος, ὑπ᾽ Ἐπιχάρμου. d. sera num. vind. 15 p. 559 ταύτ᾿α γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν οἱ ἀρούμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἔχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. ANON. IN PLAT. Theaet. 71, 26 [nach 12 B 126b] καὶ ἐκμωΐδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνοουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, τὰ δὲ ἀπεληλυθέναι. ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κάκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον].

---

Epicharmus Comic. et Pseudepicharmea, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001209.
