# Testimonia 2.106.18-2.107.10

Epicharmus Comic. et Pseudepicharmea, Testimonia, 2.106.18 to 2.107.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.106.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.106.18

(12) ἐπὶ φησὶν ὁ Ἀλκιμος καὶ ταυτί· φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι. οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ᾽ αὐτὴν καθ᾽ αὐτὴν ἐνθυμεῖσθαι, μηδὲν τῷ σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τα μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ᾽ αὐτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθ᾽ αὐτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ᾽ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλά δὲ ὅσα τοῦ καλοῦ. ἐστι δὲ τῶν εἰδῶν ἐν ἑκάστον αἰδίων τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καὶ φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ᾽ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) ὁ τοίνυν Ἐ. περὶ τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει· 3. [171] (14) — ἆρ᾽ ἔστιν αὐλησίς τι πρᾶγμα; — πάνυ μὲν οὖν. < ἆρ᾽ ἔστι κἂνθρωπὸς τι πρᾶγμα; — πάνυ μὲν οὖν.> — ἄνθρωπος οὖν αὐλησίς ἐστιν; — οὐδαμῶς. — φέρ(ε) ἴδω, τί δ᾽ αὐλητάς; τίς εἰμὲν τοι δοκεῖ; 5 ἄνθρωπος, ἢ οὐ γάρ; — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν καὶ περὶ <γ᾽>α> τἀγαθοῦ; τὸ μὲν ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ᾽ αὑτό· ὅστις δὲ κα εἴδη μαθὼν τὴν οἰ, ἀγαθὸς ἤδη γίνεται. ὡςπερ γάρ ἐστ᾽ αὐλησιν αὐλητάς μαθὼν 10 ἢ ὀρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γ᾽ ὁμοίως τῶν τοιούτων ὅ τι τῷ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικὸς γὰ μάν. 15 Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολίημει φησίν. εἴπερ ἐστὶ μνήμη, τὰς

---

Epicharmus Comic. et Pseudepicharmea, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001209.
