# Testimonia 2.107.12-2.108.19

Epicharmus Comic. et Pseudepicharmea, Testimonia, 2.107.12 to 2.108.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.107.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicharmus-comic-et-pseudepicharmea/testimonia/2.107.12

ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἡρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. τίνα γὰρ ἂν τρόπον, φησίν, διεσώζετο τὰ ζῷια μὴ τῆς ἰδέας ἐφαπτόμενα. καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα: 15 νῦν δὲ μνημονεύει τῆς ὁμοιότητος (γενέσεως) τε καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς. ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἐμφυτὸς ἐστιν ἢ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται. πῶς οὖν ὁ Ἐ.; 4.[172](16) Εὔμαιε, τὸ σοφὸν ἐστιν οὐ καθ᾽ ἐν μόνον, ἀλλ᾽ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τῶν ἀλεκτορίδων γένος, αἱ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα 5 ζῶντ(α), ἀλλ᾽ ἐπώζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἡ φύσις τοῦδ᾽ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὑπο. καὶ πάλιν· 5. [173] θαυμαστὸν οὐδὲν ἂμὲ ταῦθ’ οὕτω λέγειν, καὶ ἀνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφυκέν· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται, καὶ βοὺς βοί, ὅ ὄνος δ(ὲ) ὄννι κάλλιστον, ὃς δὲ θην ὑί. (17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παρατήγνυσιν ὁ Ἀλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὐτὸς Ἐ. ἠγνὼι τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται· 6. [254] ὡς δ’ ἐγὼ δοκῶ, δοκῶν γὰρ σάφα ἴσαμι τοῦθ’, ὅτι τῶν ἐμῶν μνᾶμα ποκ’ ἐσσεῖται λόγων τούτων ἐπί. καὶ λαβὼν τις αὐτὰ περιλύσας τὸ μέτρον ὁ νῦν ἔχει, εἶμα δοὺς καὶ πορφύραν, λόγοισι ποικίλας καλοῖς, ὁ δυσπάλαιστος ὧν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ. Φόλνι· ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· οἶομαι δ’ οὐδεὶς ἐκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων. ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ. ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέι :· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς

---

Epicharmus Comic. et Pseudepicharmea, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001209.
