# Fragmenta 11

Epicrates, Fragmenta, 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicrates/fragmenta/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicrates/fragmenta/11

τί Πλάτων καὶ Σπεύσιππος καὶ Μενέδημος, πρὸς τίσι νυνὶ διατρίβουσιν; ποία φροντίς, ποῖος δὲ λόγος διερευνᾶται παρὰ τοῖσιν; τάδε μοι πινντῶς, εἴ τι κατειδὼς ἥκεις, λέξον πρὸς γᾶς. Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην ἐν γυμνασίοις Ἀκαδημείας ἤκουσα λόγων ἀφάτων ἀτόπων· περὶ γὰρ φύσεως ἀφοριζόμενοι διεχώριζον ζῴων τε βίον δένδρων τε φύσιν λαχάνων τε γένη. κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην ἐξήταζον τίνος ἐστὶ γένους. εἶναι τὸ φυτόν; δήλωσον, εἰ κἀτοισθά τι. τότ’ ἐπέστησαν, καὶ κύψαντες χρόνου οὐκ ὀλίγου διεφρόντιζον. κᾆτ’ ἐξαίφνης ἔτι κυπτόντων καὶ ζητούντων τῶν μειρακίων λάχανόν τις ἔφη στρογγύλον εἶναι, ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος. ταῦτα δ’ ἀκούων ἰατρός τις Σικελᾶς ἀπὸ γᾶς κατέπαρθ’ αὐτῶν ὡς ληρούντων. χλευάζεσθαί τ’ ἐβόησαν· τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαυτὶ ποιεῖν ἀπρεπές.

---

Epicrates, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001210.
