# Ἐγχειρίδιον 1.4-5

Epictetus, Ἐγχειρίδιον, 1.4 to 1.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text-2/1.4

τηλικούτων οὖν ἐφιέμενος μέμνησο, ὅτι οὐ δεῖ μετρίως κεκινημένον ἅπτεσθαι αὐτῶν, ἀλλὰ τὰ μὲν ἀφιέναι παντελῶς, τὰ δʼ ὑπερτίθεσθαι πρὸς τὸ παρόν. ἐὰν δὲ καὶ ταῦτʼ ἐθέλῃς καὶ ἄρχειν καὶ πλουτεῖν, τυχὸν μὲν οὐδʼ αὐτῶν τούτων τεύξῃ διὰ τὸ καὶ τῶν προτέρων ἐφίεσθαι, πάντως γε μὴν ἐκείνων ἀποτεύξη, διʼ ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία περιγίνεται. εὐθὺς οὖν πάσῃ φαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν ὅτι φαντασία εἶ καὶ οὐ πάντως τὸ φαινόμενον. ἔπειτα ἐξέταζε αὐτὴν καὶ δοκίμαζε τοῖς κανόσι τούτοις οἷς ἔχεις, πρώτῳ δὲ τούτῳ καὶ μάλιστα, πότερον περὶ τὰ ἐφʼ ἡμῖν ἐστιν ἢ περὶ τὰ οὐκ ἐφʼ ἡμῖν· κἂν περί τι τῶν οὐκ ἐφʼ ἡμῖν ᾖ, πρόχειρον ἔστω τὸ διότι οὐδὲν πρὸς ἐμέ

---

Epictetus, Ἐγχειρίδιον, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg002.local001/.
