Ancient Greek · ~1 min
Chapter 23
Epictetus Phil., Ἐγχειρίδιον 23.1
Not analysed yet
ἐάν ποτέ σοι γένηται ἔξω στραφῆναι πρὸς τὸ βούλεσθαι ἀρέσαι τινί, ἴσθι ὅτι ἀπώλεσας τὴν ἔνστασιν. ἀρκοῦ οὖν ἐν παντὶ τῷ εἶναι φιλόσοφος εἰ δὲ καὶ δοκεῖν βούλει ,σαυτῷ φαίνου καὶ ἱκανὸς ἔσῃ.