# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.1-13-13

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.1 to 1.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.1-13

ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δʼ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ; δῆλον γὰρ ὅτι ἢ ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλου. ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον. εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον. ναί, ἀλλʼ ἐπείγει μᾶλλον θεραπεύειν καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε. ἀλλʼ ἄν μοι λέγῃς ὅτι οὐκ οἶδα πότερον ἀληθῶς ἢ ψευδῶς διαλέγῃ, κἄν τι κατʼ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι διάστιξον, οὐκ ἔτι ἀνέξομαί σου, ἀλλʼ ἐρῶ σοι· ἀλλʼ ἐπείγει μᾶλλον. διὰ τοῦτο γὰρ οἶμαι προτάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν. ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι δυνησόμεθα; ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ διʼ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδʼ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν; καὶ πῶς οἷόν τε; ναί· ἀλλʼ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον. ἀλλὰ μετρητικὸν σίτου. καὶ τὰ λογικὰ ἄκαρπά ἐστι. καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δʼ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; Ἀντισθένης δʼ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις; Σωκράτης δʼ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον; ἆρʼ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
