Ancient Greek
1.1 to 1.11
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.1-19-11
Not analysed yet
εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδʼ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δʼ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει· ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν; —ἀλλὰ ἔντειλαί μοι. —τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυτα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά; τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας. τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρʼ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος; ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλʼ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δʼ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας. μέχρις οὖ ν τίνος ταῦτα τηρεῖν καλῶς ἔχει καὶ τὴν παιδιὰν μὴ λύειν; μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρʼ ἐμὲ λύηται ἡ παιδιά. ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω· καὶ τίς μʼ ἀναγκάσει ὑπολαμβάνειν; πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα. πορεύομαι. ἔρχου. ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ἔστω νύξ. ἔστω. τί οὖν; ἡμέρα ἐστίν; οὔ· ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι.