# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.1-21-11

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.1 to 1.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.1-21

τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται. λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. ὅ τι δʼ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν· εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθʼ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν· εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον. τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα; τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων τάλας ἐκεῖνος, ἀπέθανεν· ἀπώλετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ· ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης. ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ. ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος. τί γὰρ ποιήσω; ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵνʼ οὕτως γενναίως εἴπω ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι· εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον· ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς; καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν· εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν; οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν· τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλʼ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι. ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι· εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
