Ancient Greek
1.11 to 1.13
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.11-13
Not analysed yet
ταῦτα ἐκείνοις ὅμοιά ἐστιν; ἀλλʼ ὁμοίας σπουδῆς χρείαν ἔχοντα; ἀλλʼ ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων; τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ· ἀλλὰ πολὺ πρότερον ὑμεῖς οἱ νέοι. ἐπεί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός.