# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.11-3-23

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.11 to 1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.11-3

ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδʼ ἄλλην. ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ. εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο; ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια. — ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα; — τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; — οὐδέν; — τί δʼ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι; — ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; — ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων· καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων· καὶ πελαργῶν νεοσσιαί. τί μέγα ἢ δεινόν; ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις. — ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; — τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον. οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ;— μὴ γένοιτο· ἀλλὰ τούτοις οὐ διαφέρει. — τίνι οὖν διαφέρει; — ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ. ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός· ἂν δʼ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν. ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτʼ ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο; οὐδαμῶς· διʼ ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς· ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δʼ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
