Ancient Greek
1.12 to 1.22
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-3-22
Not analysed yet
—ἡ μεγίστη μὲν οὖν. —φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν; —καὶ πῶς οἷόν τε; —ἀλλʼ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων. —πῶς γὰρ οὔ; —ὅπου δʼ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία. —συνεχώρει. —σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον. ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι. τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τʼ εἶναι καὶ καλόν; —πῶς γὰρ οὔ; —τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τʼ ἐστὶ καὶ καλόν, τὸ δʼ εὐλόγιστον οὐ καλόν; —οὐδαμῶς. —μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; —οὐ δοκεῖ μοι. —εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; —οὕτως, ἔφη. —οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δʼ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν; —ἔστω, ἔφη. —τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. —σκοπῶμεν δή. —ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; —Φιλοστοργεῖ μὲν οὖν. —οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; —οὐκ ἔδει. —τί δʼ ἡ τιτθή; στέργει αὐτό; —στέργει, ἔφη. —ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; —οὐδαμῶς. —τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;