# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-3-22

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.12 to 1.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.12-3

— ἡ μεγίστη μὲν οὖν. — φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν; — καὶ πῶς οἷόν τε; — ἀλλʼ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων. — πῶς γὰρ οὔ; — ὅπου δʼ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία. — συνεχώρει. — σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον. ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι. τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τʼ εἶναι καὶ καλόν; — πῶς γὰρ οὔ; — τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τʼ ἐστὶ καὶ καλόν, τὸ δʼ εὐλόγιστον οὐ καλόν; — οὐδαμῶς. — μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; — οὐ δοκεῖ μοι. — εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; — οὕτως, ἔφη. — οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δʼ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν; — ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. — ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν. — οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
