# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-4-20

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.12 to 1.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.12-4

γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δʼ ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις. σκόπει γάρ· ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει· θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ. εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια. κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον, φημί, ὀστράκινον εὑρήσεις. ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει. ἀπώλεσά μου τὸ ἱμάτιον. εἶχες γὰρ ἱμάτιον. ἀλγῶ τὴν κεφαλήν. μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις. ἀλλʼ ὁ τύραννος δήσει. τί; τὸ σκέλος. ἀλλʼ ἀφελεῖ. τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδʼ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν. τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπʼ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω. κεφαλὴν ἀλγῶ. οἴμοι μὴ λέγε. ὠτίον ἀλγῶ. οἴμοι μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδʼ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε πάντες με μισοῦσιν. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον; τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής· οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
