Ancient Greek
1.12 to 1.18
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-6-18
Not analysed yet
τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ· ἀλλʼ ἐπιθαυμάσας λέγει τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις; ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν Σεαυτοῦ, ἔφη, καταγελᾷς· οὐ προεγύμνασας τὸν νεανίσκον οὐδʼ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλʼ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ. τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς; αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει· μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα. νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπεπτοῦσιν· εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δʼ ἐφιστάνειν, εἰ δύνανται. ἀλλʼ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τʼ ἐξελέγξαντα μισοῦμεν. ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.