# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.12-7-21

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.12 to 1.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.12-7

πέφυκε γὰρ ὁ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ. εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους· εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς; ναί· ἀλλʼ ἀσεβὴς ἔσῃ. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα; ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ. εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα· τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον; πῶς μὲν αἴσθησις γίνεται, πότερον διʼ ὅλων ἢ ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δʼ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα. πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλʼ ὧδε· οὐδέποτʼ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλʼ ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν. ὑμεῖς δʼ αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν; — τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατʼ αὐτῆς; — καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα· τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
