Ancient Greek
1.13 to 1.16
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.13-2-16
Not analysed yet
εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος; οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δʼ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν; αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ γὰρ τὴν ὁρατικήν. ὅμως δʼ, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις .