# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.13-4-20

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.13 to 1.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.13-4

ἰδοὺ γυμνός. ἀλλὰ φθόνον μοι κινεῖς. λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτον φοβοῦμαι; ἀλλὰ κληρονόμον μʼ οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους· ἂν δʼ ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ δʼ ἄλλον ζητήσεις· ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής. οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπʼ ἀγαθῶν· στέψατε δώματα· εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος· ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα; οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι; ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλʼ αὐτῷ τῷ Οἰδίποδι. ἀλλὰ μακάριος ὁ δεῖνα· μετὰ πολλῶν γὰρ περιπατεῖ. κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ. τὸ δὲ κεφάλαιον· μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλʼ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει οὐκέτι παίξω, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν οὐκέτι παίξω ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
