Ancient Greek
1.14 to 1.22
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.14-22
Not analysed yet
τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἢ ἐπιστήμη ἐστίν; εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο. ἐνταῦθα οὖν μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν; οὐδαμῶς, ἀλλὰ τὸ παιδεύεσθαι τοῦτʼ ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γίνεται. πῶς δὲ γίνεται; ὡς διέταξεν αὐτὰ ὁ διατάσσων. διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφορίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναντιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶν θʼ ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς ἔδωκεν. ταύτης οὖν τῆς διατάξεως μεμνημένους ἔρχεσθαι δεῖ ἐπὶ τὸ παιδεύεσθαι, οὐχ ἵνʼ ἀλλάξωμεν τὰς ὑποθέσεις (οὔτε γὰρ δίδοται ἡμῖν οὔτʼ ἄμεινον), ἀλλʼ ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχωμεν. τί γάρ; ἐνδέχεται φυγεῖν ἀνθρώπους; καὶ πῶς οἷόν τε; ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι; καὶ τίς ἡμῖν δίδωσιν; τί οὖν ἀπολείπεται ἢ τίς εὑρίσκεται μηχανὴ πρὸς τὴν χρῆσιν αὐτῶν; τοιαύτη, διʼ ἧς ἐκεῖνοι μὲν ποιήσουσι τὰ φαινόμενα αὐτοῖς, ἡμεῖς δʼ οὐδὲν ἧττον κατὰ φύσιν ἕξομεν. σὺ δʼ ἀταλαίπωρος εἶ καὶ δυσάρεστος κἂν μὲν μόνος ᾖς, ἐρημίαν καλεῖς τοῦτο, ἂν δὲ μετὰ ἀνθρώπων, ἐπιβούλους λέγεις καὶ λῃστάς, μέμφῃ δὲ καὶ γονεῖς τοὺς σεαυτοῦ καὶ τέκνα καὶ ἀδελφοὺς καὶ γείτονας. ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δʼ ὄντα μὴ ὄχλον καλεῖν μηδὲ θόρυβον μηδʼ ἀηδίαν, ἀλλʼ ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάντα εὐαρέστως δέχεσθαι. τίς οὖν ἡ κόλασις τοῖς οὐ προσδεχομένοις; τὸ οὕτως ἔχειν ὡς ἔχουσιν. δυσαρεστεῖ τις τῷ μόνος εἶναι; ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν; ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ τοῖς τέκνοις;