# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.14-3-19

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.14 to 1.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.14-3

καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει. τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δʼ ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν; λέγε τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων; ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφʼ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός; σὺ δʼ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν ἐπικρῖνον; τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλικαῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς ὁ λόγος γίνεται.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
