Ancient Greek
1.21 to 1.23
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.21-23
Not analysed yet
τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δʼ ἂν καῦμα ᾖ; τί δʼ ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δʼ ἂν θάνατον; δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.