# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.23-2-27

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.23 to 1.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.23-2

— στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο. — καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι; — ἄτοπον. — ἄγε, σὺ δʼ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τʼ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστʼ ἀφεθῆναι μόνος ὑπʼ αὐτῶν καὶ ἔρημος; — οὐδαμῶς. — εὔξαιο δʼ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γʼ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστʼ ἀπολείπεσθαι ὑπʼ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν. τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστʼ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
