# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.23-32

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.23 to 1.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.23

εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω· τοῦτο γὰρ ἐπʼ ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδʼ ὁ Ζεὺς νικῆσαι δύναται. εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν; ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθʼ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι. Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ; διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ. — ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη (ταύτῃ δʼ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)· ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. — φυγῇ,, φησίν, ἢ θανάτῳ; — φυγῇ. — τὰ ὑπάρχοντα τί; — οὐκ ἀφῃρέθη. — εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν. — τοῦτʼ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ. εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετʼ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
