Ancient Greek
1.24 to 1.33
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.24-3-33
Not analysed yet
πότʼ ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο· ἀλλʼ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτʼ ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλʼ ἐπὶ τὸ πολεμεῖν. ταῦτʼ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται. —ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά; —πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. —οὔ· ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά; —ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις. διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν· ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ· ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθʼ ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει. ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν. κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵνʼ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον; καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον. Φοῖνιξ; τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; —μαινόμενοι. —ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;