# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.24-4-35

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.24 to 1.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.24-4

ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα· πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν ἐστι πρὸς ἐμέ. πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες; καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν. ἀλλʼ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς. εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι· ἂν πάλιν σχῆτε, εἰσελεύσομαι. μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ· ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε. μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται· χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ. τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; — ἵνα τί; οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά, λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα; οὐδαμῶς· ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν. καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ· ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν. τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ. καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν· οὐ βαστάζει με, φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ· ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ἤθελον ἔτι μανθάνειν. τίνα; εἰ ταῦτα οὐκ ἔμαθες ὥστʼ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
