Ancient Greek
1.27 to 1.29
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.27-29
Not analysed yet
εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδʼ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον. ταῦτα εὑρίσκω, φησίν, ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ· ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ. διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἃ ἐξηγεῖται.