# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 1.28-2-34

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 1.28 to 1.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/1.28-2

κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς. ὁ δʼ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι· κακὸν δέ μοι οὐθέν ἐστιν. οὕτως καὶ Ῥοῦφος πειράζων μʼ εἰώθει λέγειν συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου. κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου λαμβάνων. ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον, ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἢ ἀρχήν τινα; μὴ γένοιτο. οὐχ οὕτως ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων. ἀλλʼ ὅταν τις ᾖ δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἢ ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ τὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου; τῷ γὰρ ὄντι πτῶμα ὁ τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δʼ οὐδέν. εἰ δʼ ἦν πλέον τι, ᾐσθάνετʼ ἄν, ὅτι ἄλλος διʼ ἄλλον οὐ δυστυχεῖ.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
