# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.1-22-8

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.1 to 2.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.1-22

βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσειε τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν ὀνόμασι σεσημασμένους. οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς. εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων; καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε διʼ αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν; ἄνθρωπε, μήτʼ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλʼ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ· μέμνησο δʼ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον. τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτʼ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; ἀλλʼ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν. κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
