# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.1-6-10

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.1 to 2.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.1-6

διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν. τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων; ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλʼ ἀνέχομαι λέγοντος ἐκείνου συμφέρει σοι; τί γάρ ἐστι συμφέρον οἶδεν; τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων. ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδʼ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς μᾶλλον θέλω, φησίν, ἵνʼ ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵνʼ ἐγὼ μὴ πέμψω. τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις· κληρονομήσω, κύριε, τὸν πατέρα; ἴδωμεν· ἐπεκθυσώμεθα. ναί, κύριε, ὡς ἡ τύχη θέλει. εἶτʼ ἂν εἴπῃ κληρονομήσεις, ὡς παρʼ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν· οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
