Ancient Greek
2.10 to 2.11
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.10-11
Not analysed yet
οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δʼ ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις; ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ. Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;