Ancient Greek
2.10 to 2.18
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.10-2-18
Not analysed yet
—οὐδαμῶς. —εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτʼ ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφʼ ἡμῖν καὶ οὔτʼ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν, ποῦ ἔτι τόπος ἀγωνίας; ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δʼ οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; —οὔ· ἐπʼ ἐμοὶ γάρ ἐστιν. —μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; —οὐδὲ περὶ τούτου. —ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ, οὕτως καὶ σὺ λέγε τούτου ὄρεξις καὶ ἔκκλισις πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει. χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει. διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία· ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δʼ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος· Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως· ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δʼ ἔξω ἔκειτο· οὗτος δʼ ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ. ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθʼ ἃ κρίνεται ἄνθρωπος ὑπʼ ἀνθρώπου; μεμέληκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ αὐτὸς ἀγαθὸς οὐκ εἶ; —πῶς, φησίν, οὐκ εἰμί; —ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγει πῶς μʼ ἀποδέξεται, πῶς μου ἀκούσει; ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι τὰ παρὰ σοῦ; —πῶς γὰρ οὔ; —δύναται δʼ ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; —οὔ. —τί οὖν ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων;