Ancient Greek
Book 2, περὶ τῆς τοῦ λέγειν δυνάμεως.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.11-6
Not analysed yet
οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;