# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.12-7-21

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.12 to 2.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.12-7

καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει; ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει; οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην; πότερον δʼ εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμεινον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς καταψηφίσασθαι; τί οὖν;, φησίν, εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργανον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως. — τί ἐστι τὸ χρώμενον; προαίρεσις. τί ἐπιμελεῖται πάντων; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δʼ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ; προαίρεσις. εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα; τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν; καὶ προαίρεσις καὶ ἀπροαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέφυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δʼ ἑαυτὴν διαστραφεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη. εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς. νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ Φυσικά, τὸ περὶ Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε ἀπέθνῃσκεν, ὅτι τὴν τελευταίαν ἄγοντες ἅμα καὶ μακαρίαν ἡμέραν;

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
