# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.19-2-22

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.19 to 2.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.19-2

μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ ἐφωδεύσατε; ποῦ ποτε; εἶτα λέγετε ἄχρηστα τὰ θεωρήματα. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δʼ οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι. ἄν μου πυνθάνῃ νῦν χρήσιμοί εἰσιν οἱ συλλογισμοί; ἐρῶ σοι ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. ἐμὲ οὖν τι ὠφελήκασιν; ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι, ἀλλὰ καθόλου; πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. ἐμοὶ οὖν χρήσιμον; ἐρῶ οὔ. ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶτον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν· καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
