Ancient Greek
Book 2, πρός τινα τῶν οὐκ ἠξιωμένων ὑπʼ αὐτοῦ.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.19-3
Not analysed yet
τί οὖν μοι οὐδὲν λέγεις; —ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτʼ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτʼ ὀρέξεται κατὰ φύσιν οὔτʼ ἐκκλινεῖ οὔθʼ ὁρμήσει οὔτʼ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφὸς καὶ τυφλὸς περιελεύσεται δοκῶν μέν τις εἶναι, ὢν δʼ οὐδείς.