# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.19-27

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.19 to 2.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.19

— ναί· ἀλλʼ ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. — εἶτʼ οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; — ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ. — μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; — οὐδαμῶς. — τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; — πῶς γὰρ οὔ; — τί δʼ; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; — ὡσαύτως. — τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς. λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δʼ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δʼ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί. — ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δʼ ἀμελέτητός ἐστιν; — ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με. — λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ. λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν (25, 26) ἐκείνοις, οἷς μεμέληκεν, τοῖς θαρροῦσι· σὺ δʼ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε· οὐκ ἔστι δʼ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
