# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.22-2-29

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.22 to 2.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.22-2

ἐὰν δέ τινι εἴπῃς αἱ ὀρέξεις σου φλεγμαίνουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομολογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι, εὐθὺς ἐξελθὼν λέγει ὕβρισέν με. τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη πραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες· ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι. οὕτως καὶ ἐνθάδʼ ἐν τῇ πανηγύρει ταύτῃ· οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου· ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο ἢ χόρτος ἐστίν· ὀλίγοι δʼ εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες. τί ποτʼ οὖν ἐστιν ὁ κόσμος, τίς αὐτὸν διοικεῖ. οὐδείς; καὶ πῶς οἷόν τε πόλιν μὲν ἢ οἶκον μὴ δύνασθαι διαμένειν μηδʼ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου, τὸ δʼ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι; ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπʼ αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον; ἆρά γʼ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν; ταῦτʼ ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι· καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν. τί οὖν; καταγελῶνται ὑπὸ τῶν πολλῶν· καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων· καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
