Ancient Greek
2.22 to 2.29
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.22-5-29
Not analysed yet
ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμένας κτησόμενος ἢ πολεμήσων; πολεμήσων. τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; τοῖς Τρωσίν. ἀφεὶς οὖν τὸν Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος; σὺ δʼ, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάττειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς καλοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων; ἀλλὰ κἀγὼ πλούσιός εἰμι. μή τι οὖν τοῦ Ἀγαμέμνονος πλουσιώτερος; ἀλλὰ καὶ καλός εἰμι. μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω. ὁ δʼ Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν αὐτὸ κομψῶς οὐδʼ ἔπλασσεν. ἀλλὰ καὶ ἰσχυρός εἰμι. μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; ἀλλὰ καὶ εὐγενής. μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ἀλλὰ ῥήτωρ εἰμί. ἐκεῖνος δʼ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε; ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως. —διὰ τί; —ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα; εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι οὐδέν μοι λέγεις, ἀλλὰ μόνον δείκνυε σαυτὸν τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.