# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.22-25

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.22 to 2.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.22

εἰ δʼ οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; — ναί. — ἐφʼ ἡδονῇ οὖν παρούσῃ ἄξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον· εἰ δὲ μή, οὐκέτι σε οὐδὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι. οὕτως κρίνεται τὰ πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων· καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν τοὺς κανόνας, τὸ δʼ ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
