Ancient Greek
2.24 to 2.32
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.24-2-32
Not analysed yet
τὸ πρῶτον δʼ ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλʼ εἰπὲ ἔκδεξαί με μικρόν, φαντασία· ἄφες ἴδω τίς εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω. καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύτην τὴν ῥυπαρὰν ἔκβαλε. κἂν ἐθισθῇς οὕτως γυμνάζεσθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι· νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐδὲ ἕν. οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν. μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ ἀταραξίας. τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοηθὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χειμὼν τί ἄλλο ἐστὶν ἢ φαντασία; ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστραπὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ εὐδία. ἂν δʼ ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθʼ ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδʼ ἐφιστάνειν ὕστερον ὅτι ἁμαρτάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ πράγματος· καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.