Ancient Greek
2.25 to 2.26
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.25-26
Not analysed yet
τούτου οὖν τοῦ καθολικοῦ μέμνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ βούλημα τοῦ κυρίου. τίς δʼ ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.