Ancient Greek
Book 2, πῶς ἐφαρμοστέον τὰς προλήψεις τοῖς ἐπὶ μέρους.
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.29
Not analysed yet
δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δʼ εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων. δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω·