# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.30-2-34

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.30 to 2.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.30-2

διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετʼ ἐπιβολὴν οἵαν δεῖ κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρασκευὴν οἵαν δεῖ; τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα, ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν· τί ἡμῖν λείπει; οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφʼ ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφʼ ἡμῖν οὔθʼ ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον φύσει μόνον, τοῦτο ἀνεμπόδιστον. διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρʼ ἐμὲ γίνεται ἢ παρʼ ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφʼ ἡμῖν. λοιπὸν οὖν ἢ παρʼ ἐμέ ἐστιν ἢ παρʼ ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρʼ ἀμφοτέρους. τί οὖν; θέλετε ἀρξώμεθά ποτε τοιαύτην ἐπιβολὴν κομίζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
