# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.31-41

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 2.31 to 2.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/2.31

καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτʼ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι θερμάς τε τὰς Νέρωνος Μάρκιόν θʼ ὕδωρ. ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντʼ ἐμπέσῃ. πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθʼ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης; εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις; κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι εἰσαγωγὰς ἔπραξά τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δʼ οὐδὲ θύραν παρῆλθον. ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν; ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδʼ ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλʼ, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἢ ἐν Ἐκβατάνοις; ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δʼ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται; ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς. οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα; ἀλλʼ ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω. σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλʼ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δʼ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή, οἰμώξουσι διʼ αὑτάς. ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας,

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
