Ancient Greek
2.32 to 2.40
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 2.32-40
Not analysed yet
—τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; —καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς. ταῦτα γράφει φιλόσοφος· λεξείδια δὲ καὶ ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν. καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ἰδοῦ, πῶς διαλόγους συντίθημι. μή, ἄνθρωπε, ἀλλʼ ἐκεῖνα μᾶλλον ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ· φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην. αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δʼ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδʼ, ἂν ἐπαινέσῃ τις ἐπʼ αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν. μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτʼ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι. πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπʼ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον. καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτʼ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.