# Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.109-116

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, 3.109 to 3.116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epictetus-phil/text/3.109

ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντʼ ἂν ἐπανελθόντι· ἀλλʼ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα. εἶτʼ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλʼ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς. οἷον γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ· κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν· καὶ τούτου με ὁ Ζεὺς αὐτὸν παρʼ ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἷον δεῖ, πολίτην οἷον δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα τῶν ἀπροαιρέτων. ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπιθυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν ἑαυτοῖς ζητεῖτε· εἰ δὲ μή, οὐχ εὑρήσετε. ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δʼ ἐκεῖ πέμπει, πένητα δείκνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα· εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν· μὴ γένοιτο· τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ; οὐδʼ ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος. εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν; οὐχὶ δʼ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα; ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιρρωννύντος. καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν.

---

Epictetus, Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν, ed. Heinrich Schenkl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0557.tlg001.local001/.
