Ancient Greek
3.11 to 3.12
Epictetus Phil., Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν 3.11-3-12
Not analysed yet
—τίνα οὖν θέλω νικῆσαι; —τὸν νικῶντα· καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. —ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. —ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια· ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδʼ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος· ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.